Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.232 Joseph. AJ 16.238 (English) >>Joseph. AJ 16.243

16.236ἔνθεν οὐδʼ ἐκ φανεροῦ τὴν ἔρευναν ἐποιεῖτο, κατασκόπους δὲ τῶν ὑπονοουμένων διέπεμψεν. ὑποψία τε καὶ μίση πρὸς ἅπαντας ἦν, καὶ τὴν ὑπόνοιαν ἐπʼ ἀσφαλείᾳ λαμβάνων πολλὴν καὶ κατὰ τῶν οὐκ ἀξίων αὐτῇ χρώμενος διετέλει. 16.237πέρας τε οὐδὲν ἦν, ἀλλὰ μένειν οἱ νομιζόμενοι μᾶλλον ὡς ἂν καὶ μᾶλλον ἰσχύοντες ἐδόκουν αὐτῷ φοβεροί· τοῖς δʼ οἷς οὐκ ἦν συνήθεια πλείων ὀνομάσαι μόνον ἐδόκει, καὶ μέρος εὐθὺς ἀσφαλείας ἐδόκουν ἀπολλύμενοι. 16.238τέλος τε οἱ περὶ αὐτὸν ἐν τῷ μηδὲν ἔχειν βέβαιον εἰς ἐλπίδα σωτηρίας ἐπʼ ἀλλήλους ἐτράπησαν, νομίζοντες μέν, εἰ φθάσας ἕτερος τὸν ἕτερον διαβάλοι, τοῦτʼ αὐτῷ πρὸς σωτηρίαν φέρειν, ἐπίφθονοι δʼ εἴ ποτε τύχοιεν ὧν ἠξίουν γενόμενοι καὶ τὸ δικαίως αὐτοὶ παθεῖν ἐφʼ οἷς ἄλλους ἠδίκησαν προσλαμβάνοντες μόνον. 16.239ἤδη γοῦν οἰκείας τινὲς ἔχθρας ἐπεξῄεσαν τῷ τοιούτῳ τρόπῳ καὶ καταφωραθέντες ἐν τοῖς ὁμοίοις ἐγένοντο, τὸν καιρὸν ὥσπερ ὄργανον καὶ πάγην ἐπὶ τοὺς ἐχθροὺς νοοῦντες καὶ συναλισκόμενοι τῇ πείρᾳ, καθʼ ἣν ἑτέροις ἐπεβούλευον. 16.240 τε γὰρ μετάνοια τῷ βασιλεῖ ταχὺ διὰ τὸ μὴ προφανῶς ἁμαρτάνοντας ἀναιρεῖν ἐπεγίνετο καὶ ταύτης τὸ χαλεπὸν οὐκ εἰς τὸ παύσασθαι τὰ ὅμοια δρᾶν, ἀλλʼ εἰς τὸ τιμωρήσασθαι τοῖς ἴσοις τοὺς ἐνδειξαμένους ἀπηρτίζετο.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.232 Joseph. AJ 16.238 (English) >>Joseph. AJ 16.243

Powered by PhiloLogic